Διὰ τοῦ Χριστοῦ τὴν πίστιν τὴν ἁγίαν καὶ τῆς Πατρίδος τὴν Ἐλευθερίαν

† "Τῶν Ὀρθοδόξων προστάτην καί ἐν σώματι ἄγγελον..."

Κυριακή, 7 Οκτωβρίου 2018

Το Ευαγγέλιο της Κυριακής 7 Ὀκτωβρίου 2018 (†Γ’ΛΟΥΚΑ)

Κατά Λουκάν Ζ΄ 11-16
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ᾿Ιησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συν­επορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγον­τες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...