Διὰ τοῦ Χριστοῦ τὴν πίστιν τὴν ἁγίαν καὶ τῆς Πατρίδος τὴν Ἐλευθερίαν

Χαῖρε τό ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων, Χαῖρε ᾠδή τῶν Σεραφείμ, χαρά τῶν Ἀρχαγγέλων

Παρασκευή, 6 Ιανουαρίου 2017

«Ωδήν επινίκιον» εις την Πορταϊτισσα

Υμνείν Πορταϊτισσα, απαρχομένω, τα ένδοξα θαύματα της σεπτής Εικόνος σου, χάριν εν λόγω μοι δος, και γνώσεως μαρμαρυγήν Θεοχαρίτωτε.
Μονήν Πορταϊτισσα, την των Ιβήρων, οικείν καθηρέτισας, υπέρ πάσας Δέσποινα, τας εν τω Άθω Μονάς· ω εξαιρέτου, προς αυτήν σου αγαπήσεως.
Νοείν συγκατάβασιν την σην ου σθένει, ο νους ο ανθρώπινος· συ γαρ Κόρη γέγονας, της των Ιβήρων Μονής και θυρωρός και οικουρός· τις ου θαυμάσεται;
Ως μέγιστα πέλουσι Θεογεννήτορ, τεράστια άπαντα, άπερ εξετέλεσας δια Εικόνος της σης, Πορταϊτίσσης της σεπτής, Νύμφη Ανύμφευτε.

Θηβαίος Πολίτης

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...